Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.61 Joseph. AJ 12.66 (English) >>Joseph. AJ 12.70

12.64

Ὑποστησάμενοι τοίνυν ποιήσασθαι τὴν τράπεζαν δύο μὲν καὶ ἡμίσους πηχῶν τὸ μῆκος, ἑνὸς δὲ τὸ εὖρος, τὸ δʼ ὕψος ἑνὸς καὶ ἡμίσους, κατεσκεύαζον ἐκ χρυσοῦ τὴν ὅλην τοῦ ἔργου καταβολὴν ποιούμενοι. τὴν μὲν οὖν στεφάνην παλαιστιαίαν εἰργάσαντο, τὰ δὲ κυμάτια στρεπτὰ τὴν ἀναγλυφὴν ἔχοντα σχοινοειδῆ τῇ τορείᾳ θαυμαστῶς ἐκ τῶν τριῶν μερῶν μεμιμημένην. 12.65τριγώνων γὰρ ὄντων αὐτῶν ἑκάστη γωνία τὴν αὐτὴν τῆς ἐκτυπώσεως εἶχεν διάθεσιν, ὡς στρεφομένων αὐτῶν μίαν καὶ μὴ διάφορον τὴν ἰδέαν αὐτοῖς συμπεριφέρεσθαι. τῆς δὲ στεφάνης τὸ μὲν ὑπὸ τὴν τράπεζαν ἐκκεκλιμένον ὡραίαν εἶχεν τὴν ἀποτύπωσιν, τὸ δʼ ἔξωθεν περιηγμένον ἔτι μᾶλλον τῷ κάλλει τῆς ἐργασίας ἦν ἐκπεπονημένον, ὡς ὑπʼ ὄψιν καὶ θεωρίαν ἐρχόμενον. 12.66διὸ καὶ τὴν μὲν ὑπεροχὴν ἀμφοτέρων τῶν μερῶν ὀξεῖαν συνέβαινε γίγνεσθαι, καὶ μηδεμίαν γωνίαν τριῶν οὐσῶν, ὡς προειρήκαμεν, περὶ τὴν μεταγωγὴν τῆς τραπέζης ἐλάσσονα βλέπεσθαι. ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. 12.67τὰ δʼ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο. 12.68ὑπὸ δὲ τὴν τῶν ὠῶν διατύπωσιν στέφανον περιήγαγον οἱ τεχνῖται παντοίου καρποῦ φύσιν ἐντετορευμένον, ὡς ἀποκρέμασθαί τε βότρυς καὶ στάχυας ἀναστῆναι καὶ ῥόας ἀποκεκλεῖσθαι. τοὺς δὲ λίθους εἰς πᾶν γένος τῶν προειρημένων καρπῶν, ὡς ἑκάστου τὴν οἰκείαν ἐντετυπῶσθαι χρόαν, ἐξεργασάμενοι συνέδησαν τῷ χρυσῷ περὶ ὅλην τὴν τράπεζαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.61 Joseph. AJ 12.66 (English) >>Joseph. AJ 12.70

Powered by PhiloLogic